Ancient Greek
Poem 4928
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 4928
Not analysed yet
Πανηγυριστὴς καὶ χορευτὴς ὢν φέρεις
τέταρτον εὖχος μουσικωτάτῃ κρίσει·
σὺ τοὺς χορευτὰς δεξιούμενος πλάττεις,
φωνὰς βραβεύεις καὶ κροτῶν ἐν κυμβάλοις·
σὲ τὸν τέταρτον ἦχον, ὡς εὐφωνίας
πλήρη, χορευτῶν εὐλογοῦσι τὰ στίφη.