Ancient Greek
Poem 4929
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 4929
Not analysed yet
Θρηνῳδὸς εἶ σὺ καὶ φιλοικτίρμων ἄγαν,
ἀλλ᾿ εἰς τὰ πολλὰ καὶ χορεύεις εὐρύθμως.
Ὁ μουσικὸς νοῦς, ὃν ἐγνώρισεν τέχνη,
τίς ἡ παρεκκλίνουσα κλῆσις πλαγίων,
πέμπτον σε τάξις, ἀλλὰ πρῶτον τοῦ μόνου
ἔχει σε καὶ λέγει σε, πρῶτε πλαγίων.