Ancient Greek
Poem 30861
Byzantine Book Epigrams, Book Epigrams: Polemic 30861
Not analysed yet
Καὶ σὺ δέ, Μαρκελλῖνε, τὰ ψευδῆ γράφεις.
Ἀναξαγόραν Εὐριπίδου διδάσκαλον
ὄντα παλαιὸν πῶς λέγεις Θουκυδίδου;
ὁ τοῦ Ξύλου παῖς προχρονώτερος τούτου.
Οὗ συγγράφοντος παῖς τελῶν Θουκυδίδης
ἀκηκοὼς ἔκλαυσε τῶν συγγραμμάτων.
Ὁ δ’ Ἡρόδοτος φησὶ πατρὶ τῷ τούτου τάδε·
ἔνθουν, Ὄλουρε, παῖς ὁ σὸς ψυχὴν ἔχει.
Οὗτος χρόνοις δ’ ἦν ὑστέροις Εὐριπίδου.
Εὐριπίδης δὲ Ξερξικοῖς ἦν ἐν χρόνοις.
Εὐριπίδου πρῶτος δὲ πῶς Θουκυδίδης,
ἔτι τελῶν παῖς συγγραφαῖς ταῖς Ἡροδότου
καθυστερούσαις τῶν χρόνων Εὐριπίδου;