Ancient Greek · Iambic trimeter
Poem 7204
Byzantine Book Epigrams, Book Epigrams: Polemic 7204
Not analysed yet
ἑστῶτα πύργον στερρὸν ὀρθοδοξίας
Νικηφόρον πατοῦντα δυσμενῆ κάραν
Διοσδότου γέροντος -οὐ γὰρ οὖν δόσιν
Θεοῦ καλεῖσθαι τὸν θεοστυγῆ θέμις
μοιχόν, φάλαγγος αἱρετιζούσης πρόμον -
καὶ συντρίβοντα τὸν κάκιστον αὐχένα
δεινοῦ Λέοντος ἀγρίου θεημάχου
καὶ φαρμάκου φράττοντα βλάσφημον στόμα
κατ' εἰκόνων πονηρὰ τῶν σεβασμίων
λαλοῦν ἀναιδῶς ἐν μέσῳ θείου δόμου,
τύπον φέροντος Ἀντιχρίστου παγκάκου
ὅνπερ πατάξοι χεὶρ παναλκὴς Κυρίου
παύουσα πᾶσαν δυσσεβῆ γλωσσαλγίαν
καὶ κλεινὸν ὑψώσειεν εὐ… .