Ancient Greek · Iambic trimeter
Poem 31392
Byzantine Book Epigrams, Book Epigrams: Polemic 31392
Not analysed yet
Ὑποστροφὴν γίνωσκε τὸ σχῆμα τόδε.
Τὸ δ’ αὖ σκοτεινὸν καὶ παράξυλον λόγου
ἄλλοις παρεὶς ῥήτορσιν αἰνεῖν ἀσκόπως,
τίς ἱστορούντων ἀκριβὴς κανών, μάθε·
σαφὴς μετ’ ὄγκου καὶ ταχύς, πειθοῦς γέμων.
Τοῦτον χρεὼν δ’ ἦν τῆς Δρυοῦς καὶ τοῦ Ξύλου
υἱὸν καλεῖσθαι, τὸν ξυλουργοῦντα λόγους,
οὐ τὸν μελιχρὸν Ἡρόδοτον ἐν τοῖς λόγοις.