Ancient Greek
Poem 31396
Byzantine Book Epigrams, Book Epigrams: Polemic 31396
Not analysed yet
Σπονδὰς μὲν ἐξώρκωσαν ἀβλαβεῖς μένειν,
ὅπλα φέρειν δὲ μηδαμῶς ἔστω, λέγειν,
Τζέτζης σολοικίζουσιν ἐντάττει λόγοις,
οὐκ οἶδεν ἀττίκισμα τουτοὶ λέγειν.
Οὕτω γράφων δὲ σοῖς περιστρόφοις λόγοις,
πέφευγας ὃς κρίνειν σε τεχνικῶς θέλει.
Πηλὸς λιθουργῶν συγκαλύπτει φαυλίαν,
γραφῆς σκότος δὲ τοὺς σολοίκους τῶν λόγων.