Ancient Greek · Iambic trimeter
Poem 31521
Byzantine Book Epigrams, Book Epigrams: Polemic 31521
Not analysed yet
Οὐκ ἔστιν οὕτως οὐδαμῶς, Θουκυδίδη.
Ταῦρος δέ τις βοῦς ἐκφυγὼν Ἡρακλέα
ἐκ τῆς θαλάσσης εἰς ἐκεῖ γῆς ἐξέδυ·
ζητῶν δὲ τοῦτον Ἡρακλῆς πάντῃ τρέχων
ἀνδρὶ τυχὼν ἔφασκε βαρβάρῳ γένει
εἰ ταῦρον εἶδε τοῖς ἐκεῖ γῆς ἐν τόποις·
ὃς ταῦρον οὔκουν ἀλλ’ ἰταλὸν ἰδεῖν ἔφη,
τὸν ταῦρον αὐτὸν βαρβάρῳ γλώσσῃ λέγων.
Κλῆσις τὸ λοιπὸν γίνεται χώρας τόδε.
Τζέτζην παλαιὸς πᾶς πτοοῦ χρονογράφος·
λαθεῖν γὰρ αὐτὸν οὐδὲ δαίμων ἰσχύει.