Ancient Greek · Iambic trimeter
Poem 31767
Byzantine Book Epigrams, Book Epigrams: Polemic 31767
Not analysed yet
Ἔδει μὲν εἰς γόργυραν, ὦ Θουκυδίδη,
τοὺς Ἀττικοὺς ῥῖψαί σε σὺν τῷ βιβλίῳ,
οὐκ ὀστρακίζειν Θρᾳκικοῖς γε τοῖς ὅροις.
Οὐχ ἱστορῶν φαίνῃ γὰρ ἃ προύβη πάλαι,
κρύπτων δὲ μᾶλλον ἃ παρῆξεν ὁ χρόνος
τῷ σῷ σκοτεινῷ καὶ ξυλώδει τοῦ λόγου.
Ἐγὼ γὰρ αὐτός, ὅσπερ ἐγγράφω τάδε,
Τζέτζης κατειδὼς ἵστορας πόσας βίβλους
πράξεις τε πάσας, ἃς τὰ νῦν αὐτὸς γράφεις,
ὥσπερ διοβλὴς καὶ κατεβροντημένος
τοῖς οἷς ἔγραψας λοξοσυστρόφοις λόγοις,
μνήμης ἁπασῶν ἐστερήθην ἀθρόως.
Τί δ’ ἄν τις ἄλλος τῶν ἀνιστόρων πάθοι;
Τῶν ἱστορούντων τεχνικὸν λόγον νόει
σαφῆ μετ’ ὄγκου, πειστικόν, γλυκὺν ἅμα
καὶ γοργὸν οὗ χρή, πῇ δὲ καὶ μῆκος φέρειν.