Ancient Greek
Poem 33741
Byzantine Book Epigrams, Book Epigrams: Polemic 33741
Not analysed yet
Οὐδὲν λύπης κάκιον ὡς φθισιμβρότου,
ἥττων περ ἧς δέδεικτο καὶ Ἰωάννης,
ἥρως ἀνὴρ, ἄντικρυς ῥηξήνωρ Ἄρης,
ὁπλιτοπάλας μαχεσίκλονος μόνος·
λιπὼν περιφάνειαν οἰκείου γένους,
ἀνακτορικὸν καὶ χριστώνυμον σέβας·
οὗ χεῖρον οὐδὲν, ὢ τόλμης, ὢ τῆς λύπης·
τάλας, ὃς ἐξ ἧς καὶ θεοῦ διεζύγη.