Ancient Greek
Poem 34136
Byzantine Book Epigrams, Book Epigrams: Polemic 34136
Not analysed yet
Ληρεῖς, σχολιογράφε, καὶ τοῦτ’ οὐχ ἅπαξ
τὸν Εὐσέβιον ἀσεβεῖν γράφων μάτην·
οἱ κατὰ Μαρκέλλου γὰρ ἀρκοῦσι λόγοι
τὴν σὴν θρασυστομίαν ἐλέγξαι μόνοι
ὑπογραφή τε συμβόλου τῆς πίστεως
καθαίρεσις τ’ αὖ τῆς Ἀρείου μανίας.