Ancient Greek
Poem 3436
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3436
Not analysed yet
Αἰσχύλε, τί φῇς; τοὺς θεούς σου προσφέρεις
πάσχοντας αἰσχρῶς ἐκ θεῶν ὁμοτρόπων;
καὶ πῶς ἄρα λέληθας σαὐτὸν εἰς τέλος,
θεοὺς σεβάζων τοὺς παθητοὺς τὴν φύσιν,
καὶ μὴ δυνατοὺς ἐκφυγεῖν τιμωρίας;