Ancient Greek
Poem 3474
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3474
Not analysed yet
Μικρὸν χρόνον τὸ κέρδος εὑρὼν τοῦ φόνου
κεῖσαι τάφῳ νῦν δεξιὰν ᾑμαγμένος.
Ἔκτεινας ἄνδρα καὶ σὺν αὐτῷ τὰς πόλεις
κοιμώμενον λέοντα πυγμαῖος πίθηξ.
Τί σοι τὸ λοιπόν; ἀντὶ ῥευστοῦ τοῦ θρόνου
μένει τά πικρά· φεῦ πικρῶν βουλευμάτων.