Ancient Greek
Poem 34706
Byzantine Book Epigrams, Book Epigrams: Polemic 34706
Not analysed yet
Γυμνησίων ἔθιμα τὰ πρὸς τοὺς γάμους
εἰ τοῖς καθ' ἡμᾶς συντετήρηντο χρόνοις,
κἀγὼ πρὸς αὐτοὺς ἀσμένως ἐνηξάμην,
καὶ ταῦτα δυσθάλαττος ὢν πάντων πλέον
καὶ τρίχα λευκὴν ὑπὸ τοῦ χρόνου φέρων·
τὰ νυμφίων δ' οὐκ ἄν ποθ' εἱλόμην γέρα,
κἂν Τυνδαρίδος ἐπλέκοντο παστάδα.