Ancient Greek
Poem 34726
Byzantine Book Epigrams, Book Epigrams: Polemic 34726
Not analysed yet
Εὖ Οἰνοπίων ἔσχεν ἀρχὴν τῆς Χίου·
καὶ τίς γὰρ ἄλλη προσφυεστέρα πλέον;
Ὁ δ' οὖν κύων τὴν λέξιν αἰχμαλωτίσει,
ὡς ἀστεισμοῖς χρησίμην τοῖς ἐλλόγοις,
οἷς ἡμῖν ἡ τράπεζα φλεγμαίνειν φθάνει,
οἷς ἐντρυφῆσαι καὶ πάλιν γένοιτό μοι.
Μικρὸν παρηγόρημα τῶν μακρῶν πόνων,
ὧν ἡ ξιφήρης χεὶρ Ἰταλῶν αἰτία
τοὺς ἀστικοὺς μιγνῦσα τοῖς ὀρεστέροις.