Ancient Greek
Poem 4251
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4251
Not analysed yet
Ὅσοι γὰρ θεσμοὺς πατέρων χριστοφόφων
ἀποστολικὰς παραδόσεις ἐνθέους
πίστεως ἁπλῆς ἀληθεστάτους ὅρους
θέλετε ἰδεῖν ἀμέμπτους ὀρθοδόξους
δεῦτε προσῆτε τῷ σοφῷ διδασκάλῳ
Νικολάῳ λάμψαντι νέῳ Μεθώνης
ἔνθους ἀρετῆς σώφρονος συνουσίας
ὤν ἔννομοι κυροῦσι τῆς γραφῆς τύποι.
Ὁ τῶν δε πατὴρ γνησίων νοημάτων
δι' ὧν νόθον κύλικα πορνικοῦ σπόρου
ἔξωθεν ἕλκων ἀλλόφυλον ὡς γένος
πρὸς ἐξαπάτην τῶν λόγων τοὺς φιληνάφους
ἤλεγξε κατέβαλε ρίψας εἰς χάος
καὶ συλλογισμῶν τοὺς ἀσυμπλόκους βρόχους
ἔλυσεν ἄρδην ὡς ἀραχνίους μίτους.