Ancient Greek
Poem 4317
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4317
Not analysed yet
Κἀγώ, στιχιστά, πρὸς Θεὸν γόνυ κλίνων,
ἐπεύχομαί σοι ψυχικὴν σωτηρίαν.
Καλλιγραφεῖν δὲ τοὺς σοφούς σου δακτύλους
λήρους ἰάμβους ὡσπερεὶ γραῶν μύθους,
ἀπεύχομαι· φέρει γὰρ εἰς σὲ κατάραν,
καὶ τοὺς στιχιστὰς ὡς λάλους κατακρίνει.