Ancient Greek · Iambic trimeter
Poem 4371
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4371
Not analysed yet
Σίγησον, Ὀρφεῦ, καὶ πεφίμωσο στόμα·
τὴν σὴν δὲ ῥίψον μουσικωτάτην λύραν·
πόρρωθεν οὐ γὰρ ἀστατούσας ἂν φρένας
θέλγειν δυνηθῇ τῶν ἀφραινόντων ἔτι·
Δαυὶδ γὰρ ὁ φρόνημα καὶ τὴν καρδίαν
χρηστός, προσηνής, συμπαθὴς τὴν κινύραν
αὐτὴν τινάξας τῶν θεοπνεύστων λόγων
αὐτῆς ἀπημαύρωσε τὰς μελουργίας
καὶ δαιμόνων ἔλυσε μηχανουργίας
καὶ τῆς πλάνης ἔπαυσε τὴν δεινὴν μέθην·
μελῶν τε θείων εἷλξεν ἡδυφωνίαις
ἅπαντα κόσμον πρὸς μίαν συμφωνίαν.