Ancient Greek · Iambic trimeter
Poem 4970
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4970
Not analysed yet
Ὡς ἀκάθαρτος αὐτὸς ὢν πάντως ὅλος
κἀμὲ πρὸς ἀσέλγειαν ἑλκύεις τάχα·
ἀλλ' οὐδαμῶς πείσεις με κἂν πολλὰ κάμοις.
Τὸ σωφρονεῖν γὰρ εἱλόμην ἀπὸ βρέφους
Χριστὸν βοηθὸν κατὰ σοῦ κεκτημένος
ὃς καὶ καταργῆσαί σε πέμψας εἰς χάος
εἰς πῦρ ἀφεγγές, εἰς σκότους τὸν πυθμένα,
φθορεῦ πονηρέ, μηχανορράφε δράκον.