Ancient Greek
Poem 5341
Byzantine Book Epigrams, Book Epigrams: Polemic 5341
Not analysed yet
Ἀνιστορήσας τοὺς σοφοὺς διδασκάλους
καὶ τὸν Θεοδώρητον αὐτοῖς συγγράφω
ὡς ἄνδρα θεῖον, ὡς διδάσκαλον μέγαν,
ὡς ἀκράδαντον ὀρθοδοξίας στύλον.
Εἰ δ’ ἐκλονήθη μικρὸν ἐκ τινὸς τύχης,
ἄνθρωπος ἦν. Ἄνθρωπε, μὴ κατακρίνῃς·
οὐ γὰρ τοσοῦτον δυσσεβὴς ἦν ὁ κλόνος,
ὅσον μετεῖχε τῆς ἐριστικῆς βίας.
Τί γὰρ Κύριλλον πανταχοῦ νικᾶν ἔδει,
καὶ δογματιστὴν ὄντα καὶ λογογράφον;
Ὅμως δὲ τοῦτο καὶ διώρθωται πάλιν.
Τὰ δ’ ἄλλα πάντα τῶν μεγίστων ποιμένων
βλέπων τὸν ἄνδρα μηδενὸς λελειμμένον
ἐνταῦθα τούτοις εἰκότως συνεγγράφω.