Ancient Greek · Iambic trimeter
Poem 5373
Byzantine Book Epigrams, Book Epigrams: Polemic 5373
Not analysed yet
Οὐδέν τι τερπνὸν ὡς παλαιός τις λόγος,
μάλιστα μεστὸς Ἀττικῆς εὐγλωττίας,
ἔχων τε λαμπρὰν τὴν ἀλήθειαν πλέον
καὶ ζωγραφοῦσαν τοῦ βίου τὰ πράγματα·
σοφοὺς διδάσκει καὶ σοφωτέρους ἔτι
ἐν τῷ βίῳ τίθησιν εἰς τὰ πρακτέα·
δίδωσιν ἀνδρείαν τε καὶ προθυμίαν
καὶ προξενεῖ φρόνησιν ἀτρεκεστάτην·
γέροντα ποιεῖ τὸν νεώτερον χρόνῳ
ἐκ τῆς παλαιᾶς γνώσεως τῶν πραγμάτων.
Λέγε, Ξενοφῶν, τῷ λόγῳ συνηγόρει.
Σκοπὸς γάρ ἐστι τῶν λόγων ὁ δεσπότης
Λέων, τὸ φαιδρὸν ἀγλάϊσμα τοῦ κράτους,
ὃς ἐξερευνῶν συγγραφὰς παλαιτάτας
τρυγῶν τ’ ἐκεῖθεν κοσμικὴν ἐμπειρίαν
ὀφθαλμός ἐστι τῆς ὅλης οἰκουμένης.
Τίς γὰρ θεωρῶν ἔνθα Κῦρον τὸν νέον
τὸν μυρίαν τάξαντα κείνην ἀσπίδα
καὶ χεῖρας ὁπλίσαντα πρὸς πρῶτον Κῦρον
οὐκ εὐθὺς ἔγνω πῆμα τὴν φιλαρχίαν;
Θυμὸν γὰρ αὐτὸς ἐμπνέων καὶ πικρίαν
σφύζων τε πολλὰ καὶ διᾴττων ἀσκόπως
ὁρμαῖς ἀτάκτοις συμπλακεὶς ἀνῃρέθη.
Δοκεῖ δέ μοι Κλέαρχος ὁ κλεινὸς Λάκων
σφῆλαι τὰ πάντα συσχεθεὶς ἀτολμίᾳ
Κύρου σοφὸν βούλευμα φαυλίσας τότε.
Εὐχὴν δὲ λοιπὸν μετρίαν προσακτέον
τῷ μαργαρίτῃ καὶ σοφῷ στεφηφόρῳ,
εἰς πολλὰ κύκλα καὶ γαληναίους χρόνους
ἔλθοις ἀνάσσων εὐτυχῶς αὐτοκράτορ.