Ancient Greek
Poem 6383
Byzantine Book Epigrams, Book Epigrams: Polemic 6383
Not analysed yet
Ἄκοσμα ταῦτα τοῦ Κομητᾶ πάντ’ ἔπη.
Κομητά, Θερσίτης μὲν ἦσθα. Πῶς δέ γε
Ἀχιλλέως πρόσωπον εἰσέδυς, τάλαν;
ἄπαγε ταῦτα τῆς ἀμούσου καρδίας
καὶ βάλλε γ’ ἐς κόρακας ἢ κύφων ὕπερ
τὰ κοπρίας γέμοντα σαθρίαν ἔπη.