Ancient Greek
Poem 6418
Byzantine Book Epigrams, Book Epigrams: Polemic 6418
Not analysed yet
Πάλαι μὲν Ὀρφεὺς τὴν λύραν κρούων
ἔτρεπεν, εἷλκεν καὶ εἰς βάραθρον ᾅδου,
κατηκόντιζεν τοὺς ταύτῃ προσσχομένους·
ἐμέ δ' ὁ τευξάμενος καὶ ψάλλων πόθῳ
ἐκπυρσεύεται πράξει καὶ θεωρίᾳ,
καὶ τῇ εὐρύθμῳ τῆς καλῆς μελουργίας
νοῦν, ψυχήν, διάνοιαν φωταγωγεῖται.
Ἀλλ' ὦ Μέδων, Πάνταρχα καὶ Εὐεργέτα,
τὸν κτισάμενόν με πόθῳ καὶ ἀγάπῃ
φρούρει, σκέπε, λύτρωσαι τῶν ἀμαρτάδων
καὶ τὴν ἄληκτον κληρῶσαι βασιλείαν
καταξίωσον διὰ τῆς Θεοτόκου.