Ancient Greek
Poem 3740
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3740
Not analysed yet
Γλυκεῖς φοιτητὰς Ἰησοῦ τοῦ πραέος
ἐρῶν ἐξόχως. Καὶ στέργων ἐκ καρδίας
ὤκιστα πράξεις τῶνδε τὰς ἡδυτάτους
ῥημάτων θείων ἐπιστολὰς ἐνθέους
γέγραφα δέλτῳ Γεώργιος ἀχρεῖος
ἴαμα ταύτας ψυχικῶν ἀληγμάτων
οἱονεὶ φέρων καὶ βλέπων ἀσπασίως
ὑψίστου νόμους σαφῶς ὡς πεφυκυῖας
μόνοι γὰρ οὗτοι ἐναργοῦς θεοπτίας
οἰκειώσεως τοῦ Χριστοῦ καὶ δεσπότου
νόμῳ κρείττονι ἠξίωνται πρὸ πάντων
ἀγαπητοὺς γὰρ τούτους καλεῖ καὶ φίλους
Χριστὸς ἡ χαρὰ τῶν αὐτῷ πεποιθότων
οὔς γε καὶ πρέσβεις πρὸς αὐτον προσκάλουμεν
ὕψους δεξιᾶς τοῦ τυχεῖν κληρουχίας.