Ancient Greek · Iambic trimeter
Poem 3741
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3741
Not analysed yet
Τρισὶ προσώποις οὐσίαν μίαν σέβω
ἄκτιστον ἁπλῆν οὖσαν, οὐχ᾽ ὑπὸ χρόνον
συνημμένην μὲν τῷ λόγῳ τῆς οὐσίας
διαιρετὴν δὲ τοὐμπάλιν νοουμένην,
τῇ τῶν προσώπων παμφαεῖ λαμπηδόνι
τῇ τρισσοφεγγεῖ καὶ θεαρχικωτάτῃ
αὕτη τὰ πάντα πανταχοῦ κινουμένη
σοφῶς κυβερνᾶ τῆς προνοίας τῷ βάθει
καὶ τὴν ἄϋλον τῶν ἄνω στρατηγίαν
ὃ δεύτερον φῶς ἔστι θείας πρώτης οὐσίας
τῷ δημιοργῷ καὶ σοφῇ προμηθίᾳ,
πρώτην ὑπεστήσατο βουλήσει μόνη
ἐπεὶ δέ λοιπὸν τὸ κράτος πάντων ἔχει
ἄναρχος οὖσα κτισμάτων ὑπερτέρα,
πατὴρ υἱός τε πνεῦμα φῶς ἓν τὰ τρία
ἅπαντες αἰτὴν εὐσεβῶς θείῳ φόβῳ.
λόγων ἁπαίστων συντόνῳ μελωδίᾳ
θεοπρεπῶς μέλψωμεν ὡς Νικηφόρον.