Ancient Greek · Iambic trimeter
Poem 4196
Byzantine Book Epigrams, Book Epigrams: Repentance 4196
Not analysed yet
Τῷ Νικολάῳ τὸν προκείμενον λόγον
ἐρεύγεται μὲν ὁ στεφηφόρος Λέων·
λόχμην γὰρ ἂν εὕροι τίς αὐτοῦ τὸν βίον,
κομῶσαν ἀβρῶς ἐν χλιδῇ τεραστίων.
Τέρπει δὲ πᾶν ἔμμουσον ἀνθρώπων γένος,
ἀλλ’ οὐ θορυβοῖ τοῖς βρυχηθμοῖς τῶν κρότων·
βακχεύεται γὰρ ὑπὸ τῆς εὐερμίας,
τοῖς ἐντόνοις ἅλμασιν τῆς τέχνης τρέχων,
καὶ σκύμνος ἐστὶ καὶ τιθασὸς τὴν φύσιν,
οὐδὲν φέρων γνώρισμα θηρὸς αὐθάδους.
Ἔστι μὲν οὖν κράτιστον ἰδεῖν τὸν λόγον
εἰς ῥυθμόν, εἰς κίνησιν, εἰς νοῦν, εἰς φράσιν,
καὶ σχηματισμὸν ἀττικοῦ πλήρη κτύπου·
Ἔστι δὲ καὶ πίθηκον αὐτόν που κρίνειν,
ἢ πτῶκα δειλὸν πρὸς τὰ λαμπρὰ τοῦ βίου·
ἐπείγεται γάρ, ἀλλ’ ὑποστρέφει τρέχων,
καὶ τὸν τοσοῦτον ὄγκον οὐκ ἔχει στέγειν.
Θάρσος γε μὴν ἄρρητον εὐνοίας φέρων,
καὶ δορκάδος πρόεισιν διψώσης πλέον,
εἰς τοὺς ἀγωγοὺς τῶν ὑπὲρ φύσιν μύρων.
πλὴν ἀγγέλους ἔδει σε θαυμάζειν, μάκαρ,
οἷς αὐτὸς ἀνθάμιλλος ἐκ γῆς εὑρέθης,
ἀλλ’ οὐ ταπεινοὺς καὶ παρ’ ἀνθρώπων κρότους.
Ἐπεὶ δὲ καὶ σὺ κατὰ τὸν σὸν δεσπότην
εἰς καρδίαν βρέμουσαν ἐκ πόθου βλέπεις,
πρὸς τῶν λόγων ἥδιστα τὴν σχέσιν δέχου.
ἀνθ’ ὧν ἐφ ἡμᾶς θαυματουργεῖς ἀφθόνως,
χαρισμάτων ἄβυσσον ἐξ ὕψους χέων.
Εἰ μὴ γὰρ αὐτὸς πάντας ἡμᾶς εἱστίας,
τεραστίων τράπεζαν ἁβρὰν ἀρτύων,
τίς ἄν ποτε ζῶν ἐκρότει σε, δεσπότα,
κάλλιστε ποιμήν, ἄφθονε πτωχοτρόφε,
παγκόσμιον φῶς; Ἀλλ’ ἐπευλόγει θύτα.