Ancient Greek
Poem 4244
Byzantine Book Epigrams, Book Epigrams: Repentance 4244
Not analysed yet
Τὰ ξύλα φέρουσι καρπόν, τὰ κλίματα τὸν βότρυν
καὶ πᾶσα γῆ τὰ σπέρματα ἀξίως ἐπιφέρει·
ἐγὼ δὲ ξύλον ἄκαρπον τῷ γεωργῷ μου βλύζω.
Ποτίζει με διηνεκῶς, σκέπει με καθ' ἑκάστην,
ἀλλ' ἔρχεται καρπὸν εὑρεῖν καὶ πάλιν οὐχ εὑρίσκει
καὶ βούλεται ἐκκόψη με καὶ πάλιν συμπαθεῖ με.