Ancient Greek
Poem 4872
Byzantine Book Epigrams, Book Epigrams: Repentance 4872
Not analysed yet
Πάτερ Συμεών, ταμία μυστηρίων,
τοῦ πνεύματος θάλασσα τῶν χαρισμάτων,
στήλη προσευχῆς, τῆς ἀγρυπνίας φίλε,
ἀνάκτορον κράτιστον ἁγνῆς ἀγάπης,
μυρίπνοον σκήνωμα τῆς ἀσιτίας,
ὄργανον ἡδύλαλον ἡδέων λόγων,
στάξον μικράν μοι ῥανίδω τῶν χαρίτων,
καὶ δεῖξον ἐργάτην με τῶν θείων πόνων.
Ὁρᾷς ὅπως ἥττημαι, νικᾷ κακία,
καὶ πρὸς βάθος με τῆς ἁμαρτίας φέρει;
Oὐκοῦν, θεράπον τοῦ Θεοῦ, διὰ τάχους
ἐλευθέρωσον ἁπάσης με κηλῖδος,
ὡσὰν ὑμνῶ σε καθάπερ μου προστάτην.
Εἰ δ' ὄψεως αὖθις με τῆς σῆς τρισμάκαρ
οὕτω καθάπερ τὸν μαθητήν σου πάλαι
ἄξιον ἐργάσειας, εὐτόνως λέγω·
τοὺς σοὺς μεταγράψαιμι φιλίως λόγους
πολλῶν πρὸς ὠφέλειαν ἀκραιφνεστάτην
καὶ κανόνας θήσω τε πρὸς μνήμην τῶν χαρίτων
τῆς σῆς ἁγιότητος ἀνυπερθέτως,
καὶ ὑμνῶν δοξάσω σε ἐγὼ ὁ τάλας.