Ancient Greek
Poem 4286
Byzantine Book Epigrams, Book Epigrams: Repentance 4286
Not analysed yet
Ταῖς ἡδοναῖς σχολάζουσα τοῦ βίου καθεκάστην
καὶ μηδαμὸς φροντίζουσα? κρίσεως τῆς μελλούσης?
πότε θρηνήσεις, ὦ ψυχή, ποτὲ? μετανοήσεις;
φρίξον, ψυχή, τὴν ἀπειλὴν, φοβήθητι τὴν κρίσιν
καὶ νον? θρήνησον,? πικρὸν συνεξομολογήσει,
ἰδοῦ τὸ θέρος ἤγγικεν? ὡς στάχυα λευκάνθη?
δρεπανηφόρος ἄγγελος βούλεται σε θερίσαι·
λοιπόν, ψυχή μου ταπεινὴ καὶ κατακεκριμένη,
ἐπίστρεψον καὶ βόησον, σῶτερ, ἐλέησόν με.