Ancient Greek
Poem 5209
Byzantine Book Epigrams, Book Epigrams: Repentance 5209
Not analysed yet
Ὦ παντάννασα, παντακουστάτη κόρη,
πανυπέροχε, καὶ πάντων ὑπερτέρα,
βροτίων γένος, ὁσίως βιωσάντων,
νόων ἀΰλων, τάξις τῶν οὐρανίων,
νύμφη τοῦ πατρὸς ἀφθόρως γενομένη,
ἄνακτα Χριστὸν ἀσπόρως συλλαβοῦσα,
πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων λόγον
μένεις δʹ ἁπαλὴ, παρθένος μετὰ τόκον.
Ὦ παράδοξον παντάπασι καὶ ξένον
τὸ μυστήριον τῆς σῆς κυοφορίας
ὅτι καὶ γεγέννηκας, καὶ παρθενεύεις,
ὅμως ὡς ηὐδόκησεν, ὡς ἠβουλήθη
ἐλευθερῶσαι γένος ἀδαμιαίων
τοιαῦτα δε δρᾶ ἐν σοὶ τῇ παναγίᾳ.
Ἀλλʹ ὦ παρθένε, χριστιανῶν τὸ κλέος
νῦν ποτνιῶ σοι καὶ ζῶν καὶ μετὰ πότμον
τῷ κτησαμένῷ ἐκ πόθου σου τὴν δέλτον
Λεοντίῳ τοὔνομα, τῷ καὶ ποιμένι,
σὺν τούτῳ ἅμα ξέσαντι ἀμωσγέπως
Νεοφύτῳ ἀναξίῳ, τλήμονί τε Ζακόρῳ˙
διά μου σὸς γένοιτο πανολβία
ὅταν ἐλεύσῃ ὁ σὸς υἱὸς καὶ κτίστης
μετὰ ἀγγέλων πνοῶν τοῦ κρῖναι πάντας,
ἄμφω εὑρεῖν τε ἀμπλακημάτων λύσιν
τοῦ ἀνυμνεῖν σε εἰς ἅπαντας αἰῶνας.
Ὅσοι δὲ ταύτην ἐντύχητε τὴν δέλτον
εὔχεσθαι ἡμῖν διὰ τὸν θεὸν ἀμήν.