Ancient Greek
Poem 5573
Byzantine Book Epigrams, Book Epigrams: Repentance 5573
Not analysed yet
Τῶν ἀκαθάρτων καὶ παθῶν με ποικίλων,
κάθαρον ὡς εὔσπλαχνος ὡς παντοκράτωρ.
Ὦ σύνθρονε ξύμμορφε τοῦ θεοῦ λόγε,
δάκρυα, κατάνυξιν, αὐγὴν καρδίας
πάρασχε μοι τέλος τε χρηστόν, Χριστέ μου,
τῷ πρὸς τέλος φθάσαντι τῆσδε τῆς βίβλου,
Ισαὰκ τῷ τάλανι καὶ παναθλίῷ.