Ancient Greek · Iambic trimeter
Poem 2885
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2885
Not analysed yet
Κατὰ κέλευσιν ποιμένος Νικηφόρου,
Γεώργιος γέγραφεν οἰκέτης τάδε,
ὡς εἶχεν ἰνὸς ἐν σχέσει προθυμίας·
εἰ δ᾽ εἰσὶν ἀνάξια ταῦτα σοῖς λόγοις.
σὺ τὸ πρόθυμον συμμέτρει τῇ δυνάμει,
ἰσχύϊ λιτῶν ἱερῶν σῶν προστάτα.
Τρεῖς σῶζε, Τριάς, παμφαεῖ σου δυνάμει,
ἔχοντα καὶ λέγοντα σὺν γεγραφότι.