Ancient Greek
Poem 2891
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2891
Not analysed yet
Εὐαγγελίων τήνδε τὴν βίβλον γράφει
κόσμῳ τε κοσμεῖ τῷδε τῷ πρὸς ἰσχύος
Κρήτης πρόεδρος εὐτελὴς Νικηφόρος
ἀφιεροῖ τὲ τῇ μονῇ τῆς Φωκαίας,
ἣ κλῆσιν οἶδεν Ἀθανασίου φέρειν,
εἴπερ σπάθη λήξειεν Ἰσμαηλῖτις.
Ξύμπαντες οὐκοῦν ἀμπλακημάτων λύσιν
εὔξασθε τούτῳ καὶ ψυχῆς σωτηρίαν.