Ancient Greek
Poem 2901
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2901
Not analysed yet
Τὴν ὑμνόλεκτον ψαλμεπώνυμον βίβλον
τὴν ἐν προφήταις Δαβὶδ ἀσματογράφου,
πάνυ ἔτευξεν εὐσύνοπτον κρηπῖδα
Σάβας μοναχὸς κόλπου Νικομηδίας,
κώμης οὐ μικρᾶς Μάνου λιμένος πάλαι,
ὃν τοῦ Καλαθὰ πάντες ἐπονομάζουν·
ἥνπερ κατασχῶν πᾶς τὶς εὐφρονῶν φίλε,
μέμνησο τοῦτον εὐχαριστῶν Κυρίῳ.