Ancient Greek
Poem 2946
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2946
Not analysed yet
Οἱ ἀναγινώσκοντες τῷ γεγραφότι
νείματε συγχώρησιν ὡς ἔθος πάντες
σὺ δὲ μάλιστα ὁ κεκτημένος θύτης
τὸν οὐράνιον μοναστῶν δὲ πυκτίδα
εὔχου τῷ Θεῷ λύσιν δεινῶν εὑρεῖν με
τὸν ἀνεπιτήδειον γραφέα πάτερ
καὶ ἀνεπιστήμονα ἐν μονοτρόποις
αἴσχιστον Ἰωακεὶμ ὅν θεὸς οἶδε
τὸ γὰρ σοι ποθούμενον ἤνυσται κτῆμα
Κλίμαξ νοητὴ τῶν ψυχῶν τῆς ἀνόδου
ἧς ὕπερ θεὸς κάθηται ὠδὴ σθένος
ἕλκειν ἀπὸ γῆς ἀλλὰ τοὺς βουλομένους
σπούδαζε λοιπὸν καὶ αὐτὸς ἀναβῆναι
εἰμὴ παρέργως ταύτην ἐθέλεις ἔχειν
οὐδὲν γὰρ ὀνίνησι τὸν ῥαθυμοῦντα
εἰ καὶ Θεοῦ πέφυκε καὶ Κλίμαξ ξένη