Ancient Greek
Poem 2977
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2977
Not analysed yet
Ἡ τῶν ἀγαθῶν πραγμάτων ἀγγελία
εἴληφε τέλος μηνὶ τῷ δεκεμβρίῳ
ἡμέρα μὲν ἦν τέτρας τῆς ἑβδομάδος
ἴνδικτος ἀνύουσα δέ ἡ δευτέρα·
Χειρὶ γραφεῖσα εὐτελοῦς πρεσβυτέρου
Συνεσίου τοὔνομα, πάντων ἐσχάτου.
ὅσοι δὲ Χριστοῦ ὑποκύπτοντες νόμῳ
κʹ ἐν ᾗ ἐκ πόθου σπουδαίως μελετῶντες,
εὔχεσθε αὐτῷ, τῷ ταλανὶ πρεσβύτῃ,
ὅπως διὰ τῶν ὑμῶν εὐχῶν παράσχοι
Χριστὸς αὐτʹ ἄφεσιν πολλῶν ὀφλημάτων·
ἵνα καὶ ὑμεῖς μισθὸν λήψεσθε πάντες
παρʹ αὐτοῦ τοῦ αἴροντος τὰς ἁμαρτίας.