Ancient Greek
Poem 2984
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2984
Not analysed yet
Ὄρθωσις αὐτῆς σφαλμάτων ῥαθυμίας
Γεωργίου δʹ ἐξ εὐτελοῦς μονοτρόπου
ὅς βιβλοφύλαξ τῆσδε τῆς μονῆς πέλει,
ᾧ πάντες εὐχὰς προσνέμοιτε γνησίως
ἐντυγχάνοντες τῇ βίβλῳ γʹ ἀπροσκόπως
στιγμαῖς τε καὶ γράμμασι καὶ προσῳδίαις.