Ancient Greek
Poem 6833
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 6833
Not analysed yet
Ὁρῶν, θεατά, τὴν γραφὴν τῆς πυκτίδος
τὸν Ἀμβρόσιον ἐννόει μοι γραφέα
μονῆς μοναστὴν εὐαγοῦς Χορταΐτου·
οὗ χεὶρ γραφὶς ἔγραψε, πλὴν ἀλλ' ἐντρόμως
ἐξ ἀρθρίτιδος, φεῦ, καμοῦσα χειράγρας.
Ἔγραψεν οὖν ἔγραψεν εὐκλεεῖς λόγους,
ψυχῆς ἐναργῶς εὐρύθμου μελωδίας,
ἃς πνευματοκρότητος ἤθροισε λύρα
γαληνιῶσα τὴν παθῶν τρικυμίαν,
ὡς λύρα Δαυὶδ τοῦ Σαοὺλ πάθος πάλαι.
Ἀλλὰ τὸ τέρμα προβλέπων τοῦ βιβλίου
εὐχαῖς ἀμείβου τὸν γεγραφότα, φίλος.