Ancient Greek
Poem 6848
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 6848
Not analysed yet
Πεπλήρωται δ’ ἐν ἔτεσι ἓξ χιλίοις
σὺν ἐννακοσίοις τε τρισκαιδεκάτοις,
ἰνδικτιῶνος ὁμοῦ τρισκαιδεκάτης·
συνδρομῇ, ἐξόδῳ τε καὶ τ’ ἄλλα πάντα
φιλευσεβεῖ ἱερεῖ ὄνομα Μιχαήλ τε
οὗ καὶ τὸ παρώνυμον αὐτοῦ Ἀμαρουκάεις.
Γραφὲν χειρὶ τλήμονι καὶ ἀμαθεῖ τε,
Γεωργίῳ ὄνομα τάχα καὶ ἀναγνώστῃ.
Καὶ οἱ ἐντυχάνοντες ταύτῃ τῇ βίβλῳ
εὔχεσθε τῷ γράψαντι καὶ μὴ ἀρᾶσθε.