Ancient Greek
Poem 2438
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 2438
Not analysed yet
Εἴληφε τέρμα βίβλος ἡγλαϊσμένη
Χριστοῦ φέρουσα τοὺς θεοφθόγγους λόγους.
Ἔγραψε ταύτην Νικόλαος ἐν πόθῳ.
Ἐν ἐπισκόποις ἀρχιερεὺς ὑπάρχων
γαίας Καλαβρίτιδος, Ῥηγίου πόλις
καὶ Σικελίας Θρηνακρίτιδος χώρας,
θησαυρὸν αὐτὴν ὥσπερ ἄφθαρτον μέγα
ἔχειν θελήσας παντὸς ἐυκλεεστέραν
χρυσοῦ σμαράγδου τʹ ἀργύρου τε πορφύρας
καὶ μαργάρων τε τῶν σελασφόρων λίαν
ὕλης τε πάσης φιλτάτης ψευδολόγῳ.
Τὰ φθαρτὰ γὰρ πέφυκε τέρπειν ἀφρόνων
κτηνῶν δίκην αἴσθησιν, οἱ Χριστοῦ λόγοι
τέρπουσιν, φωτίζουσιν ἐμφρόνων νόας
καὶ προξενοῦσι τῶν μελλόντων τὸ κλέος.