Ancient Greek
Poem 2468
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 2468
Not analysed yet
Ἔγραψεν ἡ χεὶρ Ἰωάννου τὴν βίβλον
πτώχου μοναστοῦ τῷ μονοτρόπων βίῳ
τὸ φῶς ἀμυδρὸν ὄψεως κεκτημένου
καὶ χεῖρα δυσκίνητον εἰς γραφὴν τρόμω
ταύτην ἀνάγκῃ τήν βίβλον γεγραφότος.
Ὡς κωλύμην ἔχοντος ἀμβλυωπίαν
ἔτι τὲ χειρὸς τὸν τρόμον πρὸς τὸ γράφειν,
οὕτως ἔχοντα τίς ὁ κινήσας βίᾳ.
Ἔρως Ἰωσὴφ σεβαστοῦ Βρυεννίου
ὅστις ἔνυξε χεῖρα ναρκῶσαν μόλις
Διονύσιον εἰς τὸ γράψαι τὸν μέγαν
καὶ νοῦν ὅμοιον εἰς σχολίων ἐκθέσεις.