Ancient Greek
Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα (attributed to Arsenios Patellarites), lines 5282.1-5282.54
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5282.1-54
Not analysed yet
Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα Οἱ περὶ τὸν Αἴαν
πολλοὶ μὲν εἱρμὸν ἥρμοσαν συγγραμμάτων,
πολλοὶ τέτευχαν ἐμμέτρους ῥαψωδίας, Οἱ περὶ τὸν Ὅμηρον
πολλοὶ δ᾽ ἐνεῖραν δυσσόφους σοφουργίας, Οἱ περὶ τὸν Δημοσθένην
πολλοὶ δ᾽ ἐμουσούργησαν εὐμελουργίας, Οἱ περὶ τὸν Πλάτωνα
πολλοὶ δὲ φαντάσθησαν ἀστέρων δρόμους, Οἱ περὶ τὸν Πτολεμαῖον
πολλοὶ δ᾽ ἔφευρον τεχνικὰ χθονὸς μέτρα, Οἱ περὶ τὸν Εὐκλείδην
πολλοὶ δέδειχαν ψηφαριθμολεξίαν
πολλοὶ δ᾽ ἔπλεξαν ἀργολεπτομετρίαν˙
τούτων δε πάντων ἡ βοὴ τῶν σκεμμάτων
πέπαυται καὶ τέθαπται συγκεχωσμένως,
εἰ καὶ δοκεῖ πῶς μικροβλαστεῖν ὡς χλόη,
ἀλλ᾽ οὖν τεφροῦται χορτικῶς κεκαυμένη
τῇ χριστοπύρσῳ καὶ σοφῇ λαμπηδόνι.
Χριστοῦ τὸ πῦρ γὰρ εἰσδραμὸν κόσμον κάτω
καίει δροσίζει διπλενεργήτῳ φύσει,
τ᾽ ἀκανθαραχνόπλεκτα φύλλα συμφλέγον,
τ᾽ ἀπιστογνωμόβλαστα δ᾽ ἄνθη συστρέφον.
Τὸ πῦρ δὲ τοῦτο πυρβολεῖται πυρφόρως
τῷ τῶν πατέρων γνωστικῷ πυρεκβόλῳ˙
τῷ γὰρ σιδήρῳ δηλαδὴ σφῶν νόων,
πυρεγκύῳ θήξαντες ἐν Γραφῆς λίθῳ,
ἐξήψαν ὡς πῦρ πνευματέμπυρον λόγον
εἰδωλολάτρων πυρπολοῦντα τοὺς ψόφους
καὶ χριστολάτρων φωτιοῦντα τοὺς τρόπους.
Ἐξ ὧν δὲ πατέρων, ἄστρον ὡς ἑωσφόρον,
Ἀντίοχε, τέταλκας ἐκ Γαλατίας.
Καὶ γὰρ πεφευγὼς ἐκ σκότους Αἰγυπτίου, Ὡς Μωϋσῆς
πλήξας πατάξας τὴν θάλασσαν τοῦ βίου
τῇ πρακτικῇ σου κ΄ ἀνδρικῇ βακτηρίᾳ,
ἐχθροὺς πέπνιγας, δαιμόνων τοὺς ἱππέας,
ἀνενδότοις σου ταῖς ῥοαῖς τῶν δακρύων
Ὅθεν παρελθὼν τὴν παθῶν ἐρημίαν
εἰσῆλθες ἔνδον τοῦ γνόφου τῶν συμβόλων,
κἀκεῖθεν ἀντλῶν δογμάτων τὰς ἐμφάσεις Ὡς Βεσελεὴλ
σκηνὴν τελουργεῖς ψυχοσώστιδα σφόδρα.
Ἐκ τῶν δρυμώνων τῆς νέας Σιὼν ὄρους Ὠς Ἰησοῦς
αὖθις διατεμὼν τοὺς Ἰορδάνου ῥόους
τὴν πλημμύρειθρον τῶν λογισμῶν συρμάδα
εἰς γῆν καταντᾷς τὴν μελίρρυτον λίαν
ἀφ᾽ ἧς τὸ ῥαμνάκανθον ἔκοψας γένος˙
κατεπλάτυνάς τε τῆς νοητῆς ἀμπέλου
τὰ χρηστόκαρπα κλήματα ξενοτρόπως,
ὀρθοφρονοῦντα πρὸ προσώπου Κυρίου.
Κριτὴς δὲ ταχθεὶς Ἰσραὴλ χριστωνύμου Περὶ Γεδεών
κρατεῖς κραταιῶς ἐγκατείας τῷ σθένει
τῶν ἀλλομόρφων σαρκικῶν σκιρτημάτων.
Δεδεγμένος δ᾽ ἄνωθεν ὀμφὰς παιδόθεν, Ὡς Σαμουὴλ
χρίεις μυρίζεις ἐκ πανευώδους μύρου
ἀνάκτα Δαυίδ, τὸν παθοκτόνον νόα,
γιγαντιαῖον τὸν Σατᾶν ἀκοντίσων
τῇ πιστοκλώθῳ κ΄ ὀρθοδόξῳ σφενδόνῃ. Ὡς Δαυίδ
Σοὶ προσβαλὼν γάρ, τὴν ὀφρὺν ἐπηρμένος
μήνιγγα κρουσθεὶς πρὸς χάος κατερράγη.