Ancient Greek
Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα (attributed to Arsenios Patellarites), lines 5282.55-5282.105
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5282.55-105
Not analysed yet
Ἐντεύθεν ὄμβρους τῶν ἄνωθεν χευμάτων Ὡς Σολομών
λαβὼν πέπλησαι πνευματενσόφων λόγων
ὡς εὐσεβόφρων καὶ σοφὸς παθοκράτωρ.
Λοιπὸν καθαρθεὶς ἄνθρακι χριστεμπύρῳ Ὡς Ἠσαίας
τὸν Σενναχειρὶμ τὴν ἀσσύριον φλόγα
τρέψας πέπληχας τοῦδε τὴν πανοπλίαν
ἐντευκτικῷ σου καὶ στενακτικῷ βέλει.
Ἔχων δ᾽ ἀνήχθης ὕψος εἰς θεωρίας Ὡς Ἠλίας
τέτρωρον ἄρμα, τὴν τετράπλοκον δέσιν
τῶν πρωταρίθμων ἐντολῶν, τὰς ἐξόχους
ἡμῖν λελοιπὼς ὥς γε μηλωτὴν βίβλων,
τίτλον φέρουσαν ἡδέων διδαγμάτων
ψεκαδρομοῦσας ἐξάδας τε χ᾽ ἑπτάδας.
Διὸ μεμιχὼς ἐν τῆς Γραφῆς τῇ κακάβῃ
τὴν χριστάλευρον τῶν νοημάτων δράκα
τὰς πικροβρότους τε τῆς τεθλιμμένης τρίβου
χλόας, γλυκαίνεις τοὺς λιμόττοντας τρέφων.
Οὐκ ἔστι πείρας τῶν ἄνω γλυκασμάτων
πρῶτον μετασχεῖν πρὶν φαγεῖν τὰς πικρίδας
τῶν ἐργομόχθων τῆς στενῆς ὁδοῦ πόνων.
Σὺ καὶ προγνωσθεὶς κρείττονι προμηθίᾳ Ὡς Ἱερεμίας
ἐπεσφραγίσθης μητρικῆς ἐκ κοιλίας
κῆρυξ ἀγνωστόλεπτος ἡγιασμένος
καὶ θρηνοπενθὴς Ἱερουσαλὴμ πάλιν.
Ὡς δ᾽ ἐγκρατευτὴς τῶν καθηδονευμάτων Ὡς οἱ τρεῖς παῖδες
τὴν περσικήν τε καὶ παφλάζουσαν φλόγα,
τὴν σαρκογαργάλιστον οἰστροπορνίαν,
σβέσας, καταθλᾷς τὰς λεοντίους μύλας Ὡς Δανιήλ
ἀποστομώσας πτωχομετρίας κάμῳ.
Τὴν δ᾽ αἰχμάλωτον ἀζύγων κληρουχίαν Ὡς Ζοροβάβελ
τῇ χριστομοίῳ καὶ σοφῇ παραινέσει
παλινδρομεῖν πέπεικας εἰς τὴν πατρίδα
ἐξ ἧσπερ ἐρρίφημεν ἀπροσεξίᾳ.
Εἶτα σπαράξας τὴν πάλαι λεβηρίδα
νέος δέδειξαι φωτοπλήσιος λύχνος Ὡς ὁ Πρόδρομος
τὸν φωτοποιὸν Χριστὸν ἐσδεδραγμένος,
ὃν καὶ προθύμως ἠκολούθησας, πάτερ, Ὡς ὁ Πέτρος
κόσμου διαδρὰς τὰς πικρὰς περιστάσεις,
ἄρας δ᾽ ἐπ᾽ ὤμων σωτηρικὴν παντευχίαν.
Τὸ χριστόγλωσσον ἐκμιμούμενος στόμα Ὡς ὁ Παῦλος
λόγοις βαδίζεις ὡς ποσὶν λεξιδρόμοις˙
κύκλῳ κυκλοῦσι τὴν τετράστοιχον κτίσιν
Σιὼν ἀπ᾽ ἄκρων μέχρι τῆς γῆς τερμάτων.
Διὸ πρεπόντως ἐν φρονήσει πρακτέᾳ
βαίνων κατ᾽ ἴχνος τοῦ καλοῦ διδασκάλου,
καλῶς πέπηχας σὸν θέμεθλον πρὸς πέτραν,
πειραστικῶν ἄσειστον ἐκ τῶν ῥευμάτων.
Καλῶς τέθηκας τὴν τεήν σου λυχνίαν
στίλβουσαν ἔνδον τοῦ νοὸς τὰς οἰκίας.
Καλῶς καθ᾽ ὥραν προσδοκῶν σου δεσπότην
ἄοκνος ὤφθης καρτερῶν ἐγρηγόρως.