Ancient Greek
Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα (attributed to Arsenios Patellarites), lines 5282.106-5282.130
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5282.106-130
Not analysed yet
Καλῶς μάχαιραν τὴν διάκρισιν λάβες
ῥίπτουσαν ὀρμὰς καὶ πλοκὰς τῶν σκανδάλων.
Καλῶς ὑποστὰς τὸν κόπον τῆς ἡμέρας
πλήρη δέδεξαι μισθὸν ὡς καλεργάτης.
Καλῶς καταστὰς σῖτον μετρητοῦ λόγου
νέμεις ἑκάστῳ προφρόνως τὰς ἐκβάσεις.
Καλῶς τὸ δῶρον τοῦ ταλάντου δεγμένος
πεπραγμάτευσες κερματίζων ἐνδίπλως.
Καλῶς δὲ πάσσων ἁλσὶ νοστίμων λόγων
τοὺς ἐκσαπέντας, ἡδονὰς ἀποστύφεις.
Καλῶς βεβληκὼς τὴν σαγήνην εἰς ἅλα
ἰχθῦς ἀγρεύεις κοσμικοὺς παμποικίλους.
Καλῶς ἀλευρόφυρτον ὡς τρισὶν σάτοις
ζύμην πέρφυκας σῇ τριμοίρω καρδίᾳ.
Καλῶς τὸν ἀγρόκρυπτον εὑρικώς, μάκαρ,
θησαυρὸν ἐξώνησας ὀλβακτησίᾳ.
Καλῶς δ᾽ ἀνάψας ψυχικὴν σὴν λαμπάδα
τῷ νυμφίῳ σύνελθε λαμπαδηφόρως,
ἐν τῷ κοιτώνι τῆς ἀλήκτου παστάδος
ἔνθα πρόσεστιν ἡ καλὴ κατοικία
ἡ παγγέραστος καὶ μόνη αἰωνία˙
ἐν ᾧ χορεύων καὶ τρυφῶν σὺν ἀγγέλοις
μνήσθητι τοῦ σοῦ μικροδούλου τοῦ τάδε,
Ἀρσενίου ξύσαντος ἐμπύρῳ πόθῳ,
σῇ πρὸς τὸ θεῖον εὐκτικῇ παρρησίᾳ.