Ancient Greek
Poem 5419
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5419
Not analysed yet
Ἐμῶν τὰς νευρὰς τεῖνας εὔρυθμος λόγος
νευρὰς ἀνεύρων ἐξερευνοῖς εἰκότως.
Τίς οὐ ποθῇ πέφυκε τοῖς μονοτρόποις
τῶν σῶν μουσικῶν ἐντρυφᾶν ὁσημέραι,
τρυφὴν πόσιν τε, βρῶσιν, καρυκείαν
ἔχειν ἀληθῶς θεῖαν; Καὶ γὰρ ἐκτρέπει
φάλαγγας ἐχθρῶν, δαιμόνων μυριάδας.
Δακρυρροῶν σου τὴν στρωμνήν, ὑμνογράφε·
καὶ νύκτωρ λούων, καὶ μεθ’ ἡμέραν βρέχων
ἔδειξας, ὡς δεῖ, τῆς ἁμαρτάδος λύσιν·
αἰτεῖν λυτῆρα τῶν ψυχῶν καὶ σωμάτων
ἐμῶν κρουμάτων καὶ λιγυσμάτων, λόγον.
Κρούμασιν τοῖς σοῖς καὶ λιγυσμάσι ξένοις
ὑπὲρ βροτῶν πρόσαξον πλευρὰν κρουσθέντα.
Τὸν τῇ κινῦρᾳ τῶν λόγων μουσουργοῦντα,
μελῳδοποιὸν καὶ μελῳδὸν κυρίου
ἔχων συνεργόν, γέγραφα τὴν σὴν δέλτον
ὕστατος Εὐθύμιος τῶν μονοτρόπων.