Ancient Greek
Poem 5432
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5432
Not analysed yet
Ἐνταῦθα Λουκᾶς χρῶμα μιγνύει λόγου,
ἄναρχον υἱὸν ζωγραφῶν σε πατρώθεν˙
προλέγει λοιπὸν τὸν τόκον τοῦ προδρόμου
καὶ τὴν τοῦ υἱοῦ φρικτὴν γέννησιν πάλιν˙
ταύτην δὲ τιμῶν Γεώργιος ἐκ πόθου
σὺν τοῖς λόγοις σέβεται τὸν λογογράφον.