Ancient Greek · Iambic trimeter
Poem 5490
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5490
Not analysed yet
Καλῶν τε πάντων ὀλβίου κληρουχίας
ταύτην προκρίνας τὴν θεηγόρον βίβλον,
προύθηκα τοῖς θέλουσι ἀντλῆσαι χάριν·
πηγὴ γάρ ἐστι ζωοποιῶν ναμάτων.
ὃς τὰς ἀΰλους τῶν νόων θεωρίας
τὸν νοῦν καθάρας σαρκικῶν μολυσμάτων,
σαφῶς διηυκρίνησε τοῖς βροτοῖς βλέπειν·
καὶ πάντας ἡμᾶς ἀπλανῶς καταυγάσας
ἔδειξεν ἡμῖν πρὸς θεοπτίαν τρίβον·
καὶ τήνδε πιστῶς ἐκ πόθου τετρωμένος
Σάβας μοναστὴς πάμπαν ἠχρειωμένος
ἔγραψε τοῦ δέοντος ὑστερουμένην
ἐν τῇ ὑπνώσει τῶν πενιχρῶν γραμμάτων.