Ancient Greek
Poem 5537
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5537
Not analysed yet
Τὴν τῶν λόγων εἴληφε ἐκ Λόγου χάριν
εὐαγγελιστὴς οὗτος ὁ πρῶτος Λόγου,
καὶ τοῦ Λόγου σάρκωσιν ἐκ τῆς Παρθένου
σοφῶς διετράνωσεν ἐκ συγγραμμάτων·
τούτου τὸ Χριστοῦ καὶ Θεοῦ πάντως στόμα
τρανῶς διηρμήνευσε τὸν κεκρυμμένον
τοῖς γράμμασιν νοῦν ὡς μαθητὴς τοῦ Λόγου·
εἰς ἓν συνῆψε καὶ γραφῆ καὶ τοῖς λόγοις
εὐτελὴς μοναχὸς Γαβριὴλ ῥακενδύτης.