Ancient Greek · Elegiac couplet
Poem 6231
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 6231
Not analysed yet
Τίς τάδ' ἔγραψεν; 'Σωφρόνιος.' Πόθεν; 'ἐκ Φοινίκης.'
Φοινίκης ποίης; 'τῆς Λιβανοστεφάνου.'
Ἄστυ δὲ ποῖον ἔναιε; 'Δαμασκόν.' Ζῶσι τοκῆες;
'Οὔ. θάνον ἀμφότεροι.' Οὔνομα δ' εἰπὲ δύο.
'Μήτηρ μέν τε Μυρῶ, γενέτης κικλήσκετο Πλύνθας.'
Εἶχε γάμον γλυκερὸν, καὶ τεκέων ἀγέλην;
'Οὔ γάμον οὐ παῖδας σχέθε πώποτε, ἄζυγος ἦεν.'
Πῆ γῆς μονούσας καὶ τίνος ἐν μελάθρῳ;
'Ἐν χθονὶ θειοδόχῳ, καὶ ἐν οὔρεσιν Ἱροσολύμων,
Ἐν μάνδρῃ μεγάλῃ Θευδοσίου μεγάλου.'
Καὶ τίσι τόνδ' ἐτέλεσσε καὶ ἔνθετο θέσκελον ὕμνον;
'Κύρῳ Ἰωάννῃ μάρτυσι θειονόοις.'
Τίπτε δὲ τόσσον ἔτυξε νόου πόνον; 'Οὔνεκα καὐτοῦ
Ὄμμασι νουσαλέοις δῶκαν ἀκεστορίην.'