Ancient Greek
Poem 6287
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 6287
Not analysed yet
Ἀρχὴν ἁπάντων καὶ τέλος σε, Χριστέ μου,
καλῶς γινώσκων εὐχαριστῶ σοι, λόγε,
ὡς συντελεστῇ τῶν καλῶς πονουμένων.
Ἀλλ' ὦ τὰ πάντα συμφερόντως ἰθύνων,
ὁ τὸν πόθον δοὺς τῷ καλῷ ἄνακτί σου,
ὁ καὶ φυλάττων δεξιᾷ ζωηφόρῳ,
σὺ νεῦσον αὐτοῦ τῇ γαληνῇ καρδίᾳ
γραφεῖ ταπεινῷ καὶ κατηυτελισμένῳ
βλέπειν προσηνὲς δυσχερῆ τε τοῦ βίου,
ἐξευμαρίζειν δεξιᾷ τρισολβίῳ.