Ancient Greek · Dactylic hexameter
Poem 7050
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 7050
Not analysed yet
Ἧδε μὲν ἱστορίη θεοτερπέος ἐστὶν ἀοιδῆς.
Πατρίκιος δ’, ὃς τῆνδε σοφῶς ἀνεγράψατο βίβλον,
ἔστι μὲν ἀενάοιο διαμπερὲς ἄξιος αἴνου,
οὕνεκα δὴ πάμπρωτος ἐμήσατο κύδιμον ἔργον.
Ἀλλ’ ἔμπης οὐ πάγχυ ἐτήτυμα πάντ’ ἀγόρευεν·
οὐδὲ μὲν ἁρμονίην ἐπέων ἐφύλαξεν ἅπασαν,
οὐδὲ μόνων ἐπέων ἐμνήσατο κεῖνος ἀείδων,
ὁππόσα χάλκεον ἦτορ ἀμεμφέος εἶπεν Ὁμήρου.
Ἀλλ’ ἐγὼ ἡμιτέλεστον ἀγακλεὲς ὡς ἴδον ἔργον
Πατρικίου, σελίδας ἱερὰς μετὰ χεῖρα λαβοῦσα,
ὅσσα μὲν ἐν βίβλοισιν ἔπη πέλεν οὐ κατὰ κόσμον,
πάντ’ ἄμυδις κείνοιο σοφῆς ἐξείρυσα βίβλου·
ὅσσα δ’ ἐκεῖνος ἔλειπεν, ἐγὼ πάλιν ἐν σελίδεσσι
γράψα καὶ ἁρμονίην ἱεροῖς ἐπέεσσιν ἔδωκα.
Εἰ δέ τις αἰτιόῳτο καὶ ἡμέας ἐς ψόγον ἕλκοι,
δοιάδες οὕνεκα πολλαὶ ἀρίζηλον κατὰ βίβλον
εἰσὶν Ὁμηρείων τ’ ἐπέων πόλλ’ οὐ θέμις ἐστίν,
ἴστω τοῦθ’, ὅτι πάντες ὑποδρηστῆρες ἀνάγκης.
Εἰ δέ τις ὑμνοπόλοιο σαόφρονα Τατιανοῖο
μολπὴν εἰσαΐων σφετέρην τέρψειεν ἀκουήν,
δοιάδας οὕνεκα κεῖνος Ὁμηρείων ἀπὸ βίβλων
οὔ ποτε συγχεύας σφετέρῃ ἐνεθήκατο δέλτῳ,
οὐ ξένον, οὕνεκα κεῖνος Ὁμηρείης ἀπὸ μολπῆς,
κεῖνων δ’ ἐξ ἐπέων σφετέρην ποίησεν ἀοιδὴν
Τρώων τ’ Ἀργείων τε κακὴν ἐνέπουσαν ἀϋτήν,
ὥς τε πόλιν Πριάμοιο διέπραθον υἷες Ἀχαιῶν,
αὐτὴν Τροίαν ἔχουσαν, ἐν ἀργαλέῳ τε κυδοιμῷ
μαρναμένους αὐτούς τε θεούς, αὐτούς τε καὶ ἄνδρας,
οὕς ποτε χαλκεόφωνος ἀνὴρ ἀΰτησεν Ὅμηρος.
Πατρίκιος δ’, ὃς τῆνδε σοφὴν ἀνεγράψατο δέλτον,
ἀντὶ μὲν Ἀργείων στρατιῆς γένος εἶπεν Ἑβραίων,
ἀντὶ δὲ δαιμονίης τε καὶ ἀντιθέοιο φάλαγγος
ἀθανάτους ἤεισε καὶ υἱέα καὶ γενετῆρα.
Ἀλλ’ ἔμπης ξυνὸς μὲν ἔφυ πόνος ἀμφοτέροισι,
Πατρικίῳ κἀμοί, καὶ θηλυτέρῃ περ ἐούσῃ·
κεῖνος δ’ ἤρατο μοῦνος ἐν ἀνθρώποις μέγα κῦδος,
ὃς πάμπρωτος ἐπήξατο κλεινὸν ἕδος γε δόμοιο
καλὴν ἐξανάγων φήμην βροτέοιο γενέθλης.